Εἴ τις εὐσεβὴς καὶ φιλόθεος ἀπολαυέτω τῆς καλῆς ταύτης καὶ λαμπρᾶς πανηγύρεως. | Ὅποιος εἶναι εὐσεβὴς καὶ φιλόθεος, ἂς ἀπολαύσει τὴν ὡραία τούτη καὶ λαμπρὴ πανήγυρη. |
Εἴ τις δοῦλος εὐγνώμων, εἰσελθέτω χαίρων εἰς τὴν χαρὰν τοῦ Κυρίου αὐτοῦ. | Ὅποιος εἶναι εὐγνώμων ὑπηρέτης, ἂς εἰσέλθει χαρούμενος σ᾿ αὐτὸ τὸ δεῖπνο τῆς χαρᾶς τοῦ Κυρίου. |
Εἴ τις ἔκαμε νηστεύων, ἀπολαυέτω νῦν τὸ δηνάριον. | Ὅποιος κοπίασε νηστεύοντας, ἂς χαρεῖ τώρα τὸν μισθό του. |
Εἴ τις ἀπὸ τῆς πρώτης ὥρας εἰργάσατο, δεχέσθω σήμερον τὸ δίκαιον ὄφλημα. | Ὅποιος ἐργάστηκε ἀπὸ τὴν πρώτη ὥρα, ἂς δεχθεῖ σήμερα τὴν δίκαιη πληρωμή. |
Εἴ τις μετὰ τὴν τρίτην ἦλθεν, εὐχαρίστως ἑορτασάτω. | Ἂν κάποιος ἦλθε μετὰ τὴν τρίτη ὥρα, ἂς ἑορτάσει εὐχαριστώντας. |
Εἴ τις μετὰ τὴν ἕκτην ἔφθασε, μηδὲν ἀμφιβαλλέτω· καὶ γὰρ οὐδὲν ζημιοῦται. | Ἂν μετὰ τὴν ἕκτη ὥρα ἔφθασε κάποιος, καθόλου ἂς μὴν ἀμφιβάλει, διότι σὲ τίποτε δὲ θὰ ζημιωθεῖ.
|
Εἴ τις ὑστέρησεν εἰς τὴν ἐννάτην, προσελθέτω, μηδὲν ἐνδοιάζων. | Ἂν κάποιος καθυστέρησε καὶ ἦλθε στὴν ἐνάτη ὥρα, ἂς προσέλθει χωρὶς ἐνδοιασμό. |
Εἴ τις εἰς μόνην ἔφθασε τὴν ἑνδεκάτην, μὴ φοβηθῇ τὴν βραδύτητα· φιλότιμος γὰρ ὢν ὁ Δεσπότης, δέχεται τὸν ἔσχατον, καθάπερ καὶ τὸν πρῶτον. | Ἂν πάλι κάποιος ἔφτασε μόλις στὶς ἕνδεκα, ἂς μὴ φοβηθεῖ τὴν ἀργοπορία. Διότι, ὡς φιλότιμος ποὺ εἶναι ὁ Δεσπότης, δέχεται τὸν τελευταῖο ὅπως ἀκριβῶς καὶ τὸν πρῶτο. |
Ἀναπαύει τὸν τῆς ἑνδεκάτης, ὡς τὸν ἐργασάμενον ἀπὸ τῆς πρώτης. | Ἀναπαύει αὐτὸν ποὺ ἔφτασε τὴν ἑνδεκάτη ὥρα, ὅπως καὶ αὐτὸν ποὺ ἐργάστηκε ἀπὸ τὴν πρώτη. |
Καὶ τὸν ὕστερον ἐλεεῖ, καὶ τὸν πρῶτον θεραπεύει. | Καὶ τὸν τελευταῖο ἐλεεῖ καὶ τὸν πρῶτο βραυεύει. |
Κἀκείνῳ δίδωσι, καὶ τούτῳ χαρίζεται. | Καὶ σὲ κεῖνον δίδει καὶ σ᾿ αὐτὸν δείχνει τὴ χάρη του. |
Καὶ τὰ ἔργα δέχεται, καὶ τὴν γνώμην ἀσπάζεται. | Καὶ τὰ ἔργα δέχεται καὶ τὴ γνώμη ἀσπάζεται. |
Καὶ τὴν πρᾶξιν τιμᾷ, καὶ τὴν πρόθεσιν ἐπαινεῖ. | Καὶ τὴν πράξη τιμᾶ καὶ τὴν πρόθεση ἐπαινεῖ. |
Οὐκοῦν εἰσέλθετε πάντες εἰς τὴν χαρὰν τοῦ Κυρίου ἡμῶν· καὶ πρῶτοι καὶ δεύτεροι τὸν μισθὸν ἀπολαύετε. | Εἰσέλθετε λοιπὸν ὅλοι στὸ δεῖπνο τῆς χαρᾶς τοῦ Κυρίου μας· καὶ πρῶτοι καὶ δεύτεροι ἀπολαύσατε τὴν ἀμοιβή σας. |
Πλούσιοι καὶ πένητες μετ᾿ ἀλλήλων χορεύσατε. | Πλούσιοι καὶ φτωχοί, ὅλοι μαζὶ χορέψετε. |
Ἐγκρατεῖς καὶ ῥᾴθυμοι τὴν ἡμέραν τιμήσατε. | Ἐγκρατεῖς καὶ φυγόπονοι, τὴν ἡμέρα τιμῆστε. |
Νηστεύσαντες καὶ μὴ νηστεύσαντες, εὐφράνθητε σήμερον. | Ὅσοι νηστέψατε μὰ κι ὅσοι δὲ νηστέψατε εὐφρανθεῖτε σήμερα. |
Ἡ τράπεζα γέμει τρυφήσατε πάντες. | Τὸ τραπέζι εἶναι γεμάτο, εὐχαριστηθεῖτε ὅλοι. |
Ὁ μόσχος πολύς, μηδεὶς ἐξέλθῃ πεινῶν. | Τὸ μοσχάρι εἶναι ἄφθονο, κανεὶς ἂς μὴ φύγει πεινασμένος. |
Πάντες ἀπολαύετε τοῦ συμποσίου τῆς πίστεως. | Ὅλοι ἀπολαύσατε τὸ συμπόσιο τῆς πίστης. |
Πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος. | Ὅλοι ἀπολαύσατε τὸν πλοῦτο τῆς θεϊκῆς καλοσύνης καὶ ἀγαθότητας. |
Μηδεὶς θρηνείτω πενίαν· ἐφάνη γὰρ ἡ κοινὴ βασιλεία. | Κανεὶς νὰ μὴ θρηνεῖ γιὰ φτώχεια, διότι φανερώθηκε ἡ κοινὴ βασιλεία τοῦ Θεοῦ. |
Μηδεὶς ὀδυρέσθω πταίσματα· συγγνώμη γὰρ ἐκ τοῦ τάφου ἀνέτειλε. | Κανεὶς νὰ μὴν ὀδύρεται γιὰ τὰ σφάλματά του, ἀφοῦ ἀνέτειλε συγγνώμη ἀπὸ τὸν τάφο τοῦ Χριστοῦ. |
Μηδεὶς φοβείσθω θάνατον· ἠλευθέρωσε γὰρ ἡμᾶς τοῦ Σωτῆρος ὁ θάνατος. | Κανεὶς νὰ μὴ φοβᾶται τὸ θάνατο, διότι ἀπὸ τὰ δεσμά του μᾶς ἐλευθέρωσε τοῦ Σωτῆρα ὁ θάνατος. |
Ἔσβεσεν αὐτόν, ὑπ᾿ αὐτοῦ κατεχόμενος. | Ἔσβησε τὸ θάνατο, Αὐτὸς ποὺ ἔγινε λεία του θανάτου. |
Ἐσκύλευσε τὸν Ἅδην, ὁ κατελθὼν εἰς τὸν Ἅδην. | Λεηλάτησε τὸν Ἅδη, Αὐτὸς ποὺ κατέβηκε στὸν Ἅδη. |
Ἐπίκρανεν αὐτόν, γευσάμενον τῆς σαρκὸς αὐτοῦ· | Πίκρανε αὐτόν, τοῦ ὁποίου γεύτηκε τὴν σάρκα. |
καὶ τοῦτο προλαβὼν Ἡσαΐας, ἐβόησεν· | Αὐτὸ ἀκριβῶς προφητεύοντας ὁ Ἡσαΐας ἐκήρυξε: |
Ὁ Ἅδης, φησίν, ἐπικράνθη συναντήσας σοι κάτω. | Ὁ Ἅδης, λέει, πικράθηκε, ὅταν Σὲ συνάντησε στὸν κόσμο του. |
Ἐπικράνθη, καὶ γὰρ κατηργήθη. | Πικράθηκε, διότι πραγματικὰ καταργήθηκε. |
Ἐπικράνθη, καὶ γὰρ ἐνεπαίχθη. | Πικράθηκε, διότι ὄντως ἐμπαίχθηκε. |
Ἐπικράνθη, καὶ γὰρ ἐνεκρώθη. | Πικράθηκε, διότι στ᾿ ἀλήθεια νεκρώθηκε. |
Ἐπικράνθη, καὶ γὰρ καθῃρέθη. | Πικράθηκε, διότι καθαιρέθηκε. |
Ἐπικράνθη, καὶ γὰρ ἐδεσμεύθη. | Πικράθηκε, διότι ἁλυσοδέθηκε καὶ φυλακίστηκε. |
Ἔλαβε σῶμα, καὶ Θεῷ περιέτυχεν. | Ἔλαβε (ὁ Ἅδης) ἕνα σῶμα καὶ τοῦ συνέβη νὰ πέσει πάνω στὸ Θεό. |
Ἔλαβε γῆν, καὶ συνήντησεν οὐρανῷ. | Ἔλαβε (ὁ Ἅδης) γῆ καὶ συνάντησε οὐρανό. |
Ἔλαβεν, ὅπερ ἔβλεπε, καὶ πέπτωκεν, ὅθεν οὐκ ἔβλεπε. | Ἔλαβε (ὁ Ἅδης) αὐτὸ ποὺ ἔβλεπε καὶ ἐξέπεσε ἀπ᾿ Αὐτὸν ποὺ δὲν ἔβλεπε. |
Ποῦ σου, θάνατε, τὸ κέντρον; | Ποῦ εἶναι, θάνατε, τὸ κεντρί σου; |
Ποῦ σου, Ἅδη, τὸ νῖκος; | Ποῦ εἶναι, ἅδη, ἡ ἔπαρσή σου; |
Ἀνέστη Χριστός, καὶ σὺ καταβέβλησαι. | Ἀναστήθηκε ὁ Χριστὸς καὶ σὺ κατανικήθηκες. |
Ἀνέστη Χριστὸς καὶ πεπτώκασι δαίμονες. | Ἀναστήθηκε ὁ Χριστὸς καὶ γκρεμίστηκαν οἱ δαίμονες. |
Ἀνέστη Χριστός, καὶ χαίρουσιν Ἄγγελοι. | Ἀναστήθηκε ὁ Χριστὸς καὶ χαίρονται οἱ Ἄγγελοι. |
Ἀνέστη Χριστός, καὶ ζωὴ πολιτεύεται. | Ἀναστήθηκε ὁ Χριστὸς καὶ κυβερνᾶ ἡ ζωή. |
Ἀνέστη Χριστός, καὶ νεκρὸς οὐδεὶς ἐπὶ μνήματος. | Ἀναστήθηκε ὁ Χριστὸς καὶ κανεὶς νεκρὸς πιὰ σὲ μνῆμα. |
Χριστὸς γὰρ ἐγερθεὶς ἐκ νεκρῶν ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο. | Διότι μὲ τὸ νὰ ἀναστηθεῖ ἀπὸ τοὺς νεκροὺς ὁ Χριστός, ἔγινεν ἡ πρώτη συγκομιδὴ τῶν καρπῶν τῆς ἀνάστασης ἀνάμεσα στοὺς κεκοιμημένους. |
Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | Σ᾿ Αὐτὸν ἀνήκει ἡ δόξα καὶ δύναμη στοὺς ἀπέραντους αἰῶνες. Ἀμήν. |