ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ Ἐγὼ πατήρ, ἐγὼ ἀδελφός, ἐγὼ Νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφεύς, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος. Πᾶν ὅπερ ἂν θέλῃς ἐγώ. Μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ δουλεύσω. Ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος καὶ ξένος καὶ κεφαλὴ καὶ ἀδελφὸς καὶ μήτηρ. Πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ, καὶ ἀλήτης διὰ σέ, ἐπὶ τοῦ Σταυροῦ διὰ σέ, ἐπὶ τάφου διὰ σέ, ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρί, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ καὶ ἀδελφὸς καὶ συγκληρονόμος καὶ φίλος καὶ μέλος. Τί πλέον θέλεις; τί τόν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον; Τοῦτο γάρ ἐστιν εἰς τὸν παρόντα βίον πονεῖσθαι. Τί εἰς πῦρ ξαίνεις; τί τῷ ἀέρι πυκτεύεις; Άγιος Ιωάννης Χρυσόστομος |
↧
Τί περισσότερον θέλεις;
↧