Quantcast
Channel: Πνευματικοί Λόγοι
Viewing all articles
Browse latest Browse all 19379

Υμνολογική ανθοδέσμη εις τον Όσιο Αλύπιο τον Εικονογράφο τον εν Σπηλαίω (17 Αυγούστου)

$
0
0
Άγιε του Θεού Αλύπιε, πρέσβευε υπέρ ημών.
Ἀπολυτίκιον
Ἦχος α΄. Τὸν συνάναρχον Λόγον.
Ἀσκητὴν τῶν Σπηλαίων Κιέβου φίλεργον, τὸν εἰληφότα τὴν χάριν, γράφειν εἰκόνας σεπτάς, καὶ πρὸς τοῦτο ὑπ’ Ἀγγέλων βοηθούμενον, Ὅσιον καὶ θαυματουργόν, ἐπαινέσωμεν πιστοί, Ἀλύπιον τὸν θεόπνουν, ἀναβοῶντες· εἰκόνας, ἡμᾶς ἀνάδειξον χρηστότητος.
Κοντάκιον
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Εἰκονογράφον τὸν σεπτὸν καὶ ἀγγελόβιον, χαριτωθέντα οὐρανόθεν ὡς ἑπόμενον, ἀρετῇ Ὁσίων πάλαι κλεινῶν Πατέρων, ἐν Σπηλαίοις τοῦ Κιέβου τὸν ασκήσαντα, καὶ πρὸς δόμους οὐρανῶν πολλοὺς ἰθύναντα, πίστει κράζοντες· Χαίροις μάκαρ Ἀλύπιε.
Κάθισμα
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Μετὰ τὴν α’ στιχολογίαν
Θεράπων τοῦ Θεοῦ, ἱερὸς ἀνεδείχθης, Ἀλύπιε σοφέ, σῇ ἀόκνῳ ἀσκήσει, διόπερ δόξαν ἄληκτον, ὥσπερ κλῆρον ἀπείληφας, ὁσιώτατε, ἐν ᾗ μὴ παύσῃ πρεσβεύων, τῷ Παντάνακτι, πέμψαι τοῖς σὲ ἀνυμνοῦσι, χαρὰν καὶ ὑγείαν.
Ἕτερον Κάθισμα
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Μετὰ τὴν β΄ στιχολογίαν
Τῷ ἔρωτι Ὅσιε τοῦ Ζωοδότου Θεοῦ, φλεχθεὶς ἐγκατέλιπες, τὴν κοινωνίαν ταχύ, τοῦ κόσμου Ἀλύπιε, καὶ μιμητὴς Ἀγγέλων, χρηματίσας ἐδείχθης, θαυμάτων ξενοτρόπων, αὐτουργὸς καὶ ἰθύντωρ, πιστῶν πρὸς τὴν ἀγήρω ζωήν, καὶ δόξαν ἄληκτον.
Ἕτερον Κάθισμα
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Μετὰ τὸν Πολυέλεον
Χριστοῦ θεράποντα, θεοειδέστατον, καὶ διαυγέστατον, Ὁσίων ἔκτυπον, εἰκονογράφον τὸν σεπτόν, Σπηλαίων μονῆς Κιέβου, πάντες εὐφημήσωμεν, ὡς χαρίτων τοῦ Πνεύματος, σκήνωμα καὶ χείμαῤῥον θαυμασίων πολύῤῥυτον, ἀεὶ ἐν κατανύξει βοῶντες· Χαίροις Ἀλύπιε θεόφρον.
Ἕτερον Κάθισμα
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
αμφαέστατε, σοφίας λύχνε, θεοδώρητον, χαρίτων σκεῦος, καὶ ἀόκνου ἐργασίας κειμήλιον, εἰκονογράφε σεπτὲ καὶ συνέκδημε, τῆς εὐσεβείας παμμάκαρ Ἀλύπιε, τὸν Παντάνακτα, δυσωπει ἀεὶ δωρήσασθαι, τοῖς πόθῳ σε τιμῶσι θεῖον ἔλεος.
Ὁ Οἶκος
Ἄλυπον τὸν ἐν πόλῳ, ἐπεπόθησας βίον, Ἀλύπιε χαρὰ τῶν Ἀγγέλων, ἀκραιφνοῦς γὰρ ὀφθεὶς ἀγωγῆς, προβολεὺς χαρίτων θεϊκῶν γέγονας, ἀναπλέως καὶ ηὔφρανας, σοῖς ῥήμασι τοὺς ἐκβοῶντας·

Χαῖρε, Κιέβου ἡ εὐκοσμία·
χαῖρε, ἐνθέου χαρᾶς αἰτία.
Χαῖρε, γεηρῶν φρονημάτων ὑπέρτερε·
χαῖρε, ὑψηλῶν νοημάτων συμμέτοχε.
Χαῖρε, ὅτι ἀπεκάθηρας ξενοτρόπως τὸν λεπρόν·
χαῖρε, ὅτι ἀπημαύρωσας τὸν Σατὰν τὸν βδελυρόν.
Χαῖρε, εἰκονογράφον θεοφόρων λαμπρότης·
χαῖρε, πνευματοφόρων ἱερέων φαιδρότης.
Χαῖρε, πιστῶν φωτίσας συστήματα·
χαῖρε, ψυχῶν αὐγάσας τὰ μύχια.
Χαῖρε, θαυμάτων κρουνὸς πολυχεύμων·
χαῖρε, ναμάτων πηγὴ ζωηῤῥύτων.
Χαίροις, μάκαρ Ἀλύπιε.

Μεγαλυνάριον
Τῆς φιλοπονίας τὸν ἐραστήν, τὸν ἐν τοῖς Σπηλαίοις, τοῦ Κιέβου ἀσκητικῶς, λάμψαντα ἐκθύμως, Ἀλύπιον τὸν θεῖον, εἰκογράφον πάντες, ἀνευφημήσωμεν.

Viewing all articles
Browse latest Browse all 19379

Trending Articles