Quantcast
Channel: Πνευματικοί Λόγοι
Viewing all articles
Browse latest Browse all 19379

14 Σεπτεμβρίου 2016: Η Εκκλησία μας εορτάζει την Ύψωση του Τιμίου και Ζωοποιού Σταυρού του Κυρίου μας

$
0
0
Σταυρέ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Ἀπολυτίκιον 
Ἦχος α’.
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Κοντάκιον
Ἦχος δ’. Αὐτόμελον.
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινὴ πολιτεία, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός, Εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.
Κάθισμα
Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Τοῦ Σταυροῦ σου τὸ ξύλον προσκυνοῦμεν Φιλάνθρωπε, ὅτι ἐν αὐτῷ προσηλώθης ἡ ζωὴ τῶν ἁπάντων· Παράδεισον ἠνέῳξας Σωτήρ, τῷ πίστει προσελθόντι σοι Ληστῇ· καὶ τρυφῆς κατηξιώθη, ὁμολογῶν σοι, Μνήσθητί μου Κύριε. Δέξαι ὥσπερ ἐκεῖνον καὶ ἡμᾶς, κραυγάζοντας· Ἡμάρτομεν, πάντες τῇ εὐσπλαγχνίᾳ σου, μὴ ὑπερίδῃς ἡμᾶς. (Δίς)
Ἕτερον Κάθισμα
Ἦχος πλ. β’.
Μόνον ἐπάγη τὸ ξύλον Χριστὲ τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθη τοῦ θανάτου Κύριε· ὃν γὰρ κατέπιε πόθῳ ᾍδης, ἀπήμεσε τρόμῳ· ἔδειξας ἡμῖν τὸ σωτήριόν σου Ἅγιε, καὶ δοξολογοῦμέν σε, Υἱὲ Θεοῦ, ἐλέησον ἡμᾶς. (Δίς)
Ἕτερον Κάθισμα
Ἦχος πλ. δ’. Τὸ προσταχθὲν.
Προδιετύπου μυστικῶς πάλαι τῷ χρόνῳ, ὁ Ἰησοῦς ὁ τοῦ Ναυῆ, Σταυροῦ τὸν τύπον, ὡς τὰς χεῖρας ἐξέτεινε σταυροφανῶς Σωτήρ μου· καὶ ἔστη ὁ ἥλιος ἕως ἐχθρούς, ἀνεῖλεν, ἀνθισταμένους σοι τῷ Θεῷ· νῦν δὲ οὗτος ἐσκότισται, ἐπὶ Σταυροῦ σε ὁρῶν, θανάτου κράτος λύοντα, καὶ τὸν ᾍδην σκυλεύοντα.
Ἕτερον Κάθισμα
Ἦχος πλ. δ’. Τὸ προσταχθὲν.
Ἐν Παραδείσῳ με τὸ πρίν, ξύλον ἐγύμνωσεν, οὗπερ τῇ γεύσει, ὁ ἐχθρὸς εἰσφέρει νέκρωσιν, τοῦ Σταυροῦ δὲ τὸ ξύλον, τῆς ζωῆς τὸ ἔνδυμα, ἀνθρώποις φέρον, ἐπάγη ἐπὶ τῆς γῆς, καὶ κόσμος ὅλος ἐπλήσθη πάσης χαρᾶς· ὃν ὁρῶντες ὑψούμενον, Θεῷ ἐν πίστει λαοί, συμφώνως ἀνακράξωμεν· Πλήρης δόξης ὁ οἶκός σου. (Δίς)
Ὁ Οἶκος
Ὁ μετὰ τρίτον οὐρανὸν ἀρθεὶς ἐν Παραδείσῳ, καὶ ῥήματα τὰ ἄρρητα καὶ θεῖα, ἃ οὐκ ἐξὸν γλώσσαις λαλεῖν, τὶ τοῖς Γαλάταις γράφει, ὡς ἐρασταὶ τῶν Γραφῶν, ἀνέγνωτε καὶ ἔγνωτε. Ἐμοί, φησί, καυχᾶσθαι μὴ γένοιτο, πλὴν εἰ μὴ ἐν μόνῳ τῷ Σταυρῷ τῷ τοῦ Κυρίου, ἐν ᾧ παθών, ἔκτεινε τὰ πάθη. Αὐτὸν οὖν καὶ ἡμεῖς βεβαίως κρατῶμεν τοῦ Κυρίου τὸν Σταυρὸν καύχημα πάντες· ἔστι γὰρ σωτήριον ἡμῖν τοῦτο τὸ ξύλον, ὅπλον εἰρήνης ἀήττητον τρόπαιον.

Viewing all articles
Browse latest Browse all 19379

Trending Articles