Ἀπολυτίκιον
Ἦχος γ’. Τὴν ὡραιότητα.
Τῷ θείῳ ἔρωτι, Λαμπρῶς ἀθλήσασα, εἰς oσμὴν ἔδραμες, Χριστοῦ πανεύφημε, οἴα νεᾶνις παγκαλῆς, καὶ Μάρτυς πεποικιλμένη, ὅθεν εἰσελήλυθας, ἐiς παστάδα οὐράνιον, κόσμω διανέμουσα, ἰαμάτων χαρίσματα, καὶ σῴζουσα τοὺς σοὶ ἐκβοώντας, χαίροις θεόφρον Εὐφημία.
Κοντάκιον
Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Ἐν τῇ ἀθλήσει σου καλῶς ἠγωνίσω, καὶ μετὰ θάνατον ἡμᾶς ἁγιάζεις, ταῖς τῶν θαυμάτων βλύσεσι Πανεύφημε, ὅθεν σου τὴν κοίμησιν, τὴν ἁγίαν τιμῶμεν, πίστει παριστάμενοι, τῷ σεπτῷ σου λειψάνῳ, ἵνα ῥυσθῶμεν νόσων ψυχικῶν, καὶ τῶν θαυμάτων τὴν χάριν ἀντλήσωμεν.
Κάθισμα
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν νυμφίον σου Χριστὸν ἀγαπήσασα, τὴν λαμπάδα σου φαιδρῶς εὐτρεπίσασα, ταῖς ἀρεταῖς διέλαμψας Πανεύφημε· ὅθεν εἰσελήλυθας, σὺν αὐτῷ εἰς τοὺς γάμους, τὸ στέφος τῆς ἀθλήσεως, παρ᾽ αὐτοῦ δεξαμένη· ἀλλ᾽ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς ἐκτελοῦντας ἐν πίστει τὴν μνήμην σου.
Ἕτερον Κάθισμα
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οἱ ἀγῶνές σου Σεμνὴ καὶ ὁ στέφανος, οἱ ἱδρῶτές σου ἁγνὴ καὶ τὰ θαύματα, τοῦ διαβόλου ᾔσχυναν τὰ τρόπαια· Χριστὸν γὰρ τὸν νυμφίον σου, ἐκ καρδίας ποθοῦσα, οὐ μάστιγας οὐ θανατον, δι᾽ αὐτὸν ἐπτοήθης· ἀλλ᾽ ἀνετέθης ὅλῃ τῷ Θεῷ, τῆς εὐσεβείας φοροῦσα τὸν στέφανον.
Ἕτερον Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Τῶν αἱμάτων σου ῥείθροις Μάρτυς Χριστοῦ, ποντισμὸν ἀσεβείας διηνεκῶς, ἐργάζῃ πανεύφημε· ἐπομβρίαις δὲ χάριτος, λογικὰς ἀρούρας, ἀρδεύουσα πάνσεμνε, ἐν αὐταῖς αὐξάνεις, τὸν στάχυν τῆς πίστεως· ὅθεν παραδόξως μετὰ θάνατον ὤφθης, νεφέλη πηγάζουσα, τῆς ζωῆς τὸ μαρτύριον, Ἀθλοφόρε πανεύφημε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Ὁ Οἶκος
Τῆς πανευφήμου ὁ ναός, Παράδεισος ἐδείχθη, ἐν μέσῳ κεκτημένος, φυτὸν ἀθανασίας, τὸ σῶμα ταύτης τὸ σεπτόν. Τούτου οἱ τρυγῶντες καρποὺς τοὺς εὐθαλεῖς, συντόμως ἁγιάζονται· ὁρῶντες δὲ θαυμάζουσιν, ὅτι πῶς τὸ νεκρὸν σῶμα, ὥσπερ ζῶν, ἀναβλυστάνει τὰ αἵματα, μυρίζοντα πάντας. Διὸ μετὰ σπουδῆς δεῦτε πάντες σὺν ἐμοὶ τῷ ταπεινῷ· καὶ καθαρθέντες μολυσμοῦ παντός, περιπτυξώμεθα τοῦτο, καὶ τῶν θαυμάτων τὴν χάριν ἀντλήσωμεν.