Άγιε του Θεού Αρσένιε, πρέσβευε υπέρ ημών.
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τῶν Ὁσίων τὸν βίον ἐκμιμησάμενος, ἐν ἐσχάτοις τοὶς χρόνοις, Πάτερ Ἀρσένιε, ἐπληρώθης δωρεῶν τοῦ θείου Πνεύματος, καὶ θαυμάτων γεγονός, θεοφόρε αὐτουργός, παρέχεις ἐνὶ ἐκάστω, τᾶς ἐκ Θεοῦ χορηγίας, ταὶς ἰκεσίαις σου πρὸς Κύριον.
Ήχος γ'. Θείας πίστεως.
Βίον ένθεον, καλώς ανύσας, σκεύος τίμιον του Παρακλήτου, Ανεδείχθης θεοφόρε Αρσένιε, και των θαυμάτων την χάριν δεξάμενος, πάσι παρέχεις ταχείαν βοήθειαν, Πάτερ ’Οσιε Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.
Κοντάκιον
Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Καππαδοκίας τὸ νεόφυτον ἄνθος, καὶ ἀρετῶν τὸ πολυτίμητον σκεῦος, ὁ ἱερὸς Ἀρσένιος ὑμνείσθω μοί, οὗτος γὰρ ὡς ἄγγελος, ἐν σαρκὶ βιοτεύσας, σύσκηνος ἐγένετο, τῶν Ἁγίων ἁπάντων, μεθ’ ὧν πρεσβεύει πάντοτε Χριστῷ, ἠμὶν διδόναι, πταισμάτων συγχώρησιν.