Quantcast
Channel: Πνευματικοί Λόγοι
Viewing all articles
Browse latest Browse all 19379

Σήμερα 11 Νοεμβρίου, η Εκκλησία μας εορτάζει την μνήμη του Αγίου Μηνά του Μεγαλομάρτυρος

$
0
0
Άγιε του Θεού Μηνά, πρέσβευε υπέρ ημών.
Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Στρατείαν κατέλιπες τὴν κοσμικήν, ἀθλητά, οὐράνιον εἴληφας τὴν κληρουχίαν, σοφέ, καὶ στέφος ἀμάραντον, δόξαν ἀποδιώξας βασιλέως γηϊνου, ἄθλους δὲ διανύσας μαρτυρίου γενναίου. Διό, μεγαλομάρτυς Μηνᾷ, πρέσβευε σωθήναι ἠμᾶς.
Ἕτερον Ἀπολυτίκιον 
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Tρισάριθμον σύνταγμα τῶν ἀθλητῶν τοῦ Χριστοῦ συμφώνως τιμήσωμεν ὡς καθαιρέτας ἐχθροῦ, Μηνᾶν τὸν ἀοίδημον, Βίκτωρα τὸν γενναῖον καὶ Βικέντιον ἅμα, τούτοις συνευφημοῦντες στεφανίδα τὴν θείαν. Αὐτῶν, Χριστέ, ἱκεσίαις πάντας ἐλέησον.
Ἕτερον Ἀπολυτίκιον
Ήχος πλ. α'. Τον συνάναρχον Λόγον.
Τους μεγίστους αγώνας του μαρτυρίου σου, καρτεροψύχως ανύσας Μεγαλομάρτυς Μηνά, ουρανίων δωρεών λαμπρώς ηξίωσαι, και θαυμάτων αυτουργός, εκ Θεού αναδειχθείς, προστάτης ημίν εδόθης, και βοηθός εν ανάγκαις, και αντιλήπτωρ εναργέστατος.
Ἕτερον Ἀπολυτίκιον
Ήχος δ'. Ταχύ προκατάλαβε.
Τρισάριθμον σύνθημα, των αθλοφόρων Χριστού, υμνήσωμεν άσμασι, χαριστηρίοις πιστοί, Μηνάν τον αοίδιμον, Βίκτωρα τον γενναίον, και Βικέντιον θείον, πλάνην την των ειδώλων, καταργήσαντας πίστει. Αυτών ταις ικεσίαις, Χριστέ ο Θεός, σώσον τας ψυχάς ημών.
Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Τῆς στρατειᾶς ἥρπασε, τῆς ἐπικήρου, καὶ ἀφθάρτου ἔδειξε, σὲ Ἀθλοφόρε κοινωνόν, Μηνᾶ Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ τῶν Μαρτύρων ἀκήρατος στέφανος.
Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν.
Ἡ τὸ πρὶν ἀγνωσίας σκότει δεινῷ, κρατουμένη θεόφρον, Μάρτυς Μηνᾶ, Αἴγυπτος ἀνέτειλε, σὲ φωστῆρα παγκόσμιον, ἀθεΐας νύκτα, συντόνως ἐλαύνοντα, ταῖς βολίσι Μάκαρ, τῶν θείων ἀγώνων σου· ὅθεν τὴν φωσφόρον, καὶ σεπτήν σου ἡμέραν, φαιδρῶς ἑορτάζοντες, ἐκτενῶς σοι κραυγάζομεν, Ἀθλητῶν ἐγκαλλώπισμα, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Ὁ Οἶκος
Μεγάλης πρόξενος ἡμῖν, ὑπάρχει θυμηδίας, ἡ μνήμη τῶν Μαρτύρων, κατὰ παθῶν ἀνδρείαν, καὶ ἀριστείαν κατ'ἐχθρῶν ἐπιδεικνυμένη, ἐν φαιδρᾷ καὶ προσηνεῖ ὁμολογίας χάριτι· Δεῦτε οὖν ἐν ταύτῃ, φιλέορτοι πάντες εὐφρανθῶμεν, τῆς προσκαίρου εὐφροσύνης τὴν κρείτονα καὶ τελεωτέραν, Μηνᾶ τοῦ Ἀθλητοῦ τὴν μνήμην τελοῦντες, καὶ λαμβάνοντες παθῶν δῶρον τὴν λύσιν, τούτων δὲ δοτήρ, Χριστὸς ὁ Θεὸς ὑπάρχει, ὁ τῶν Μαρτύρων ἀκήρατος στέφανος.

Viewing all articles
Browse latest Browse all 19379

Trending Articles