Ταῖς τού Ἁγίου σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ἀπολυτίκιον
Ἦχος γ’. Θείας πίστεως.
Στήλη ἔμψυχος τῆς ἐγκρατείας, στῦλος ἄσειστος τῆς Ἐκκλησίας Στυλιανὲ ἀνεδείχθης μακάριε· ἀνατεθεὶς γὰρ Θεῷ ἐκ νεότητος κατοικητήριον ὤφθης τοῦ Πνεύματος. Πάτερ ὅσιε Χριστὸν τὸν Θεὸν ἱκέτευε δωρίσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἕτερον Ἀπολυτίκιον
Στήλη ἐμψυχος τῆς ἐγκρατείας, στῦλος ἄσειστος τῆς ἐκκλησίαςε, Στυλιανέ, ἀνεδείχθης, μακάριε. Τὸν γὰρ σὸν πλοῦτον σκορπίσας τοῖς πένησιν, ἐν οὐρανοῖς ἐκομίσω τὸν ἄφθαρτον, καὶ ἐγκρατείᾳ καὶ πόνοις, πανόλβιε, χάριν εἴληφας νηπίων προστάτης γενόμενος καὶ φύλαξ νεογνῶν ἀπροσμάχητος.