Quantcast
Channel: Πνευματικοί Λόγοι
Viewing all articles
Browse latest Browse all 19379

Σήμερα 27 Δεκεμβρίου, η Εκκλησία μας τιμά την μνήμη του Αγίου Στεφάνου του Πρωτομάρτυρος

$
0
0

Άγιε του Θεού Πρωτομάρτυρα Στέφανε, πρέσβευε υπέρ ημών.
Ἀπολυτίκιον 
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Βασίλειον διάδημα, ἐστέφθη σὴ κορυφή, ἐξ ἄθλων ὧν ὑπέμεινας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, Μαρτύρων Πρωτόαθλε· σὺ γὰρ τὴν Ἰουδαίων, ἀπελέγξας μανίαν, εἶδες σου τὸν Σωτῆρα, τοῦ Πατρὸς δεξιόθεν. Αὐτὸν οὖν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ὁ Δεσπότης χθὲς ἡμῖν, διὰ σαρκὸς ἐπεδήμει, καὶ ὁ δοῦλος σήμερον, ἀπὸ σαρκὸς ἐξεδήμει· χθὲς μὲν γάρ, ὁ Βασιλεύων σαρκὶ ἐτέχθη, σήμερον δέ, ὁ οἰκέτης λιθοβολεῖται· δι᾽ αὐτὸν καὶ τελειοῦται, ὁ Πρωτομάρτυς καὶ θεῖος Στέφανος.
Κάθισμα
Ἦχος δ’. Κατεπλάγη Ἰωσὴφ.
Τὴν τοῦ Πνεύματος πηγήν, ἐν τῇ καρδίᾳ μυστικῶς, κεκτημένος τοῦ Χριστοῦ, ὁ Πρωτομάρτυς ἀληθῶς, τῶν Ἰουδαίων ἀπήλεγξε τὴν αὐθάδειαν, καὶ ἔδειξεν αὐτοῖς, τόν Υἱὸν τοῦ Θεοῦ, ἐκ σπέρματος Δαυΐδ,
ἀναβλαστήσαντα, τῷ τῆς σοφίας καὶ χάριτος πληρώματι, πεπληρωμένος ὁ ἔνδοξος. Ἀλλ'ὦ Τρισμάκαρ, τοὺς σὲ τιμῶντας, σῷζε θείαις πρεσβείαις σου.
Ἕτερον Κάθισμα
Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.
Ἀπόστολε Χριστοῦ, Διακόνων ὁ πρῶτος, Πρωτόαθλε σοφέ, τῶν Μαρτύρων ἀκρότης, ὁ κόσμου τὰ πέρατα, ἁγιάσας τοῖς ἄθλοις σου, καὶ τοῖς θαύμασι, ψυχὰς ἀνθρώπων λαμπρύνας, τους τιμῶντάς σε, ῥῦσαι παντοίων κινδύνων, πανεύφημε Στέφανε.
Ὁ Οἶκος
Ὡς ἀστὴρ φαεινὸς σήμερον συνεξέλαμψε, τῇ Γεννήσει Χριστοῦ, ὁ Πρωτομάρτυς Στέφανος, ἀστράπτων καὶ φωτίζων τὰ πέρατα ἅπαντα, τῶν Ἰουδαίων μόνον ἠμαύρωσε τὴν πᾶσαν δυσσέβειαν, σοφίας λόγοις τούτους διελέγξας, ἀπὸ τῶν Γραφῶν διαλεγόμενος, καὶ πείθων τούτους, τὸν γεννηθέντα ἐκ τῆς Παρθένου Ἰησοῦν, Υἱὸν αὐτόν εἶναι Θεοῦ, κατῄσχυνε τούτων τὴν ἀσεβῆ κακουργίαν, ὁ Πρωτομάρτυς καὶ θεῖος Στέφανος.
Μεγαλυνάριον
Πρῶτος Διακόνων ἀναδειχθείς, πρῶτος τοῦ Δεσπότου, ἐχρημάτισας μιμητής· ὅθεν Ἀθλοφόρων, πρωτεύων Πρωτομάρτυς, τύπος αύτοῖς ἐγένου, πρώταθλε Στέφανε.

Viewing all articles
Browse latest Browse all 19379

Trending Articles