Ἀπολυτίκιον
Ἦχος δ’. Ταχύ προκατάλαβε.
Οἱ Μάρτυρες σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, τὸ στέφος ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον· ἔθραυσαν καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστέ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος γ’. Τὴν ὡραιότητα.
Τὴν δωδεκάριθμον, Μαρτύρων φάλαγγα, ἀνευφημήσωμεν, ἐνθέοις ἄσμασι, Πάμφιλον Παῦλον Σαμουήλ, Οὐάλεντα καὶ Ἠλίαν, Ἱερεμίαν, Σέλευκον, Δανιὴλ καὶ Πορφύριον, Ἰουλιανὸν ὁμοὺ Ἠσαΐαν Θεόδουλον αὐτοὶ γὰρ τὸν Δεσπότην τῶν ὅλων, πάσιν ἠμὶν ἐξιλεοῦνται.
Κοντάκιον
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Φιλήσας Χριστοῦ, τὰ θεῖα θελήματα, ἐδείχθης Πιστῶν, ἀκέστωρ φιλόχριστος, γενναιόφρον Πάμφιλε, διὰ τοῦτο καὶ μακαρίζομεν, τὴν σεπτήν σου πανήγυριν. Πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.
Κάθισμα
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Κολαστηρίων φοβερῶν προκειμένων, οἱ τοῦ Κυρίου Ἀθληταὶ οἱ γενναῖοι, ἐν ἀπτοήτῳ χαίροντες φρονήματι, τούτοις προσωμίλησαν, τῆς σαρκὸς ἀλογοῦντες· ὅθεν ἐκληρώσαντο, αἰωνίζουσαν δόξαν, ὑπὲρ ἡμῶν πρεσβεύοντες ἀεί, τῶν εὐφημούντων αὐτῶν τὰ παλαίσματα.
Ὁ Οἶκος
Ἰδοὺ ἐξέλαμψεν ἡ φωσφόρος, καὶ φωταυγὴς θεία μνήμη τοῦ στερροῦ ἀθλητοῦ, Παμφίλου τοῦ θεοκήρυκος, πάντων τὰς ὄψεις καὶ τὰς καρδίας καταυγάζουσα φέγγει τῷ ἀνεσπέρῳ. Περιχαρῶς, ὦ φιλέορτοι, δεῦτε συνδράμωμεν, καὶ τὴν τούτου θείαν ἡμέραν, ὡς καλὴν ἑορτὴν ἐνιαύσιον, τοῖς ᾄσμασι καταστέψωμεν, εὐλογοῦντες ὑμνοῦντες τὸν Κύριον, τὸν τοῦτον ἀξίως στεφανώσαντα· Πρεσβεύει γὰρ ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.