Quantcast
Channel: Πνευματικοί Λόγοι
Viewing all articles
Browse latest Browse all 19379

Υμνολογική ανθοδέσμη στον Άγιο Λέοντα Πάπα της Ρώμης

$
0
0
Άγιε του Θεού, πρέσβευε υπέρ ημών.
Ἀπολυτίκιον 
Ἦχος γ'. Θείας πίστεως.
Θείας πίστεως, ὀρθοδοξία, ὑπεστήριξας, τὴν Ἐκκλησίαν, ὡς πολύφωνον τοῦ πνεύματος ὄργανον ἐκ γὰρ Δυσμῶν ἀναλάμψας ὡς ἥλιος, αἱρετικῶν τὴν ἀπάτην ἐμείωσας, Λέων Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ’.
Κανόνα πίστεως, καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξε σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια. Πάτερ Ἱεράρχα Λέων, πρέσβευε Χριστῷ τῷ θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. δ’.
Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας Διδάσκαλε καὶ σεμνότητος, τῆς οἰκουμένης ὁ φωστήρ, τῶν ὀρθοδόξων θεόπνευστον ἐγκαλλώπισμα, Λέον σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρα τοῦ Πνεύματος· Πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἤμων.
Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἐπί θρόνου Ἔνδοξε, ἱερωσύνης καθίσας, καί λεόντων στόματα, τῶν λογικῶν ἀποφράξας, δόγμασιν ἐν θεοπνεύστοις σεπτῆς Τριάδος, ηὔγασας φῶς τῇ σῇ ποίμνῃ θεογνωσίας· διά τοῦτο ἐδοξάσθης, ὡς θεῖος μύστης Θεοῦ τῆς χάριτος.
Κάθισμα
Ἦχος γ’. Θείας πίστεως.
Θείοις δόγμασι, περιαστράπτων, φέγγος ἔλαμψας ὀρθοδοξίας, καὶ αἱρέσεων τὸ σκότος ἐμείωσας· καὶ μεταστὰς ἐκ τοῦ βίου πανόλβιε, πρὸς τὸ ἀνέσπερον φῶς κατεσκήνωσας· Λέον Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ὁ Οἶκος
Τὸν Πατέρα καὶ Υἱὸν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ τρισήλιον φῶς, τὴν τρισαγίαν δύναμιν, Θεότητα μίαν, καὶ μίαν οὐσίαν, ταύτην κηρύξας, χείλη τὰ δόλια εἰς τέλος ἐνέφραξας αἱρετιζόντων, Λέον Θεόσοφε· ὅθεν τὴν ἁγνὴν Χριστοῦ λοχεύτριαν, Θεοτόκον ὁμολογήσας, τοῦ Νεστορίου τὴν ὀφρὺν καὶ φληνάφειαν καθεῖλες· Διὰ τοῦτο ἐγνώσθης ἐν τῷ κόσμῳ , ὡς θεῖος μύστης Θεοῦ τῆς χάριτος.

Viewing all articles
Browse latest Browse all 19379

Trending Articles