Quantcast
Channel: Πνευματικοί Λόγοι
Viewing all articles
Browse latest Browse all 19379

Υμνολογική ανθοδέσμη εις τους Αγιορείτες Οσιομάρτυρες

$
0
0
Ἀνωνύμου μοναχοῦ. 
Ἦχος πλ.δ΄. Ταχὺ προκατάλαβε. 
Κοσμᾶν «Πρῶτον» μέλψωμεν, σὺν Ζωγραφίταις στεῤῥοῖς, πατέρας θε­ όφρονας, Βατοπαιδίου Μονῆς, Ἰβήρων προμάχους τε. Οὗτοι γὰρ ὁπλισθέντες, τῷ Σταυρῷ τοῦ Κυρίου, ἀντέστησαν τῇ τοῦ Βέκκου, λατινόφρονι πλάνῃ, ὁπλῖται Ὄρους τοῦ Ἄθω, ὀφθέντες καὶ μάρτυρες.
Εἰκόνα τῶν Ἁγιορειτῶν Ὁσιομαρτύρων τῶν ἐπί Λατινό­φρονος Πατριάρχου Ἰωάννου ΙΑ΄ Βέκκου καί Αὐτοκράτο ρος Μιχαήλ Η΄ Παλαιολόγου διὰ μαχαίρας, πυρός, πνιγ­μοῦ καὶ ἀγχόνης μαρτυρησάντων «ἑπόμενοι τοῖς ἁγίοις πατράσι», ἀρνούμενοι τὴν ψευδοένωση τῆς Ὀρθοδόξου Ἐκκλησίας μετὰ τῶν αἱρετικῶν Ρωμαιοκαθολικῶν εἰς τὴν Σύνοδο τῆς Λυών, ποὺ ὑπεγράφη ἀπὸ αὐτοὺς τὸ 1274. Ἔργο Μιχαήλ μοναχοῦ.

Κοντάκιον τῶν Ὁσιομαρτύρων Ἀνωνύμου μοναχοῦ. 
Ἦχος πλ.δ΄. Τῇ Ὑπερμάχῳ. 
Λατινοφρόνων καθαιρέτας εὐφημήσωμεν, Κοσμᾶν τὸν «Πρῶτον», Ὄρους Ἄθω τὸ προτείχισμα, πυρικαύστους τε Ζωγράφου Χριστοῦ ὁπλίτας, Βατοπαιδίου συνοδίαν τὴν ἀήττητον, καὶ Ἰβήρων οὐρανόσθενον ὁμήγυριν· τούτοις κράζοντες· χαίρετε στῦλοι τῆς πίστεως.
Ὁ Οἶκος 
Τῆς Θεοτόκου τῆς φωνῆς καλῶς ἀκούσαντες, ἐναπομεῖναι ἐν ταῖς ἱεραῖς Ὑμῶν Μοναῖς προείλετε Ὅσιοι, καὶ μὴ εἰς τὰ ὄρη τοῦ Ἄθωνος κρυβῆναι· μὴ πεισθέντες δὲ Μιχαὴλ τῷ Ὀγδόῳ τῷ οὐνιτίσαντι, καὶ πατριάρχῃ Βέκκῳ τῷ περὶ τὴν πίστιν ἁμαρτήσαντι, μέχρις αἵματος τῇ δυσσεβείᾳ ἀντέστητε Ζωγραφίται, Καρεῶται, Ἰβηρίταιτε καὶ Βατοπαιδινοὶ πατέ­ ρες, ὁμολογηταὶ καὶ μάρτυρες δειχθέντες ἀκαταμάχητοι.
Ὅθεν τιμῶντες τοὺς ἱεροὺς Ὑμῶν ἀγῶνας, τὴν θείαν Ὑμῶν ἀρωγὴν αἰτούμεθα ἐν χρόνοις ὁμοίως ἀστάτοις τε καὶ πονηροῖς, ὡς ἂν ἀντάξιοι διάδοχοι καὶ τέκνα Ὑμῶν δειχθῶμεν, Ὀρθοδοξίας στεῤῥῶς ἐχόμενοι καὶ εὐσθενῶς ὑπὲρ αὐτῆς ἀγωνιζόμενοι. Διὸ καὶ τὴν ἱερὰν Ὑμῶν ἁπάντων μνήμην τιμῶντες, εὐλαβῶς ἡμῖν ὁμολογηταὶ καὶ μάρτυρες πατέρες, ἀναβοῶμεν· χαίρετε στῦλοιτῆς πίστεως.

Viewing all articles
Browse latest Browse all 19379

Trending Articles