Παΐσιε, ἄστρον νεολαμπές, Χριστοῦ Ἐκκλησίας, ἐν τῷ Ἄθῳ ἀρτιφανώς, ὁ λάμψας ἀσκήσεως βολίσιν, ὑπὲρ ἡμῶν τὸν Χριστὸν καθικέτευε.
Ἀγάπης θεόδοτε θησαυρέ, Παΐσιε μάκαρ, Ἀθωνῖτα πανευκλεές, ἀγάπης πρὸς πέλας σοὺς ἱκέτας, καὶ πρὸς Θεόν δεῖξον τείχη ἀκράδαντα.
Ἱκάνωσον, πάτερ, τυχεῖν ἡμᾶς, τοῦ θείου ἐλέους τοὺς τιμῶντας πανευλαβῶς, Παΐσιε, πόνους τοὺς ἀόκνους, οὕς ἔτλης ἄρτι ποθῶν τὴν τελείωσιν.